Add parallel Print Page Options

13 Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ’ αὐτοῦ. 14 ὁ δὲ [a]Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με; 15 ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν [b]πρὸς αὐτόν· Ἄφες ἄρτι, οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν. 16 [c]βαπτισθεὶς δὲ ὁ Ἰησοῦς [d]εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ [e]ἠνεῴχθησαν οἱ οὐρανοί, καὶ εἶδεν [f]πνεῦμα θεοῦ καταβαῖνον ὡσεὶ [g]περιστερὰν ἐρχόμενον ἐπ’ αὐτόν· 17 καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα.

Τότε ὁ Ἰησοῦς ἀνήχθη εἰς τὴν ἔρημον ὑπὸ τοῦ πνεύματος, πειρασθῆναι ὑπὸ τοῦ διαβόλου. καὶ νηστεύσας ἡμέρας τεσσεράκοντα καὶ νύκτας τεσσεράκοντα ὕστερον ἐπείνασεν. καὶ προσελθὼν [h]ὁ πειράζων εἶπεν αὐτῷ· Εἰ υἱὸς εἶ τοῦ θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται. ὁ δὲ ἀποκριθεὶς εἶπεν· Γέγραπται· Οὐκ ἐπ’ ἄρτῳ μόνῳ ζήσεται [i]ὁ ἄνθρωπος, ἀλλ’ [j]ἐπὶ παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος θεοῦ.

Footnotes

  1. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:14 Ἰωάννης Treg NIV RP ] WH
  2. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:15 πρὸς αὐτόν Treg NIV RP ] αὐτῷ WH
  3. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 βαπτισθεὶς δὲ WH Treg NIV ] Καὶ βαπτισθεὶς RP
  4. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 εὐθὺς ἀνέβη WH Treg NIV ] ἀνέβη εὐθὺς RP
  5. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 ἠνεῴχθησαν WH NIV ] + αὐτῷ Treg RP NA
  6. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 πνεῦμα WH ] τὸ πνεῦμα τοῦ Treg NIV RP
  7. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 3:16 περιστερὰν WH ] + καὶ Treg NIV RP
  8. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:3 ὁ πειράζων εἶπεν αὐτῷ WH Treg NIV ] αὐτῷ ὁ πειράζων εἶπεν RP
  9. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:4 WH Treg NIV ] RP
  10. ΚΑΤΑ ΜΑΤΘΑΙΟΝ 4:4 ἐπὶ WH NIV RP ] ἐν Treg